
Τί ἂν διαφέροιεν ἄνθρωποι ἀκρατεῖς θηρίου;
Καὶ τιμῆσαι δὲ ὁπότε τινὰ βούλοιτο, πρέπον αὐτῷ ἐδόκει εἶναι ὀνομαστὶ προσαγορεύειν.
Τί πράττωμεν, ὦ Ἀθηναῖοι, ἵνα ἀμυνώμεθα τοὺς πολεμίους;
Ὁ Βρασίδας εἶδεν ἐπί τινος ποταμοῦ ἄνδρας βάλλοντας.
Εἴ τις ὑμῶν βούλεται ᾄδειν, ᾀδέτω.
Ἐάν τις τὸν ἥλιον ἀναιδῶς ἐγχειρῇ θεάσασθαι, τὴν ὄψιν ἀφαιρεῖται.
Ἐν τίσι καιροῖς καὶ πηλίκοις κινδύνοις τὴν πόλιν οὖσαν Λεωκράτης παρέδωκε;
Μάθε πρῶτον τίνες εἰσίν.
Τίνι ἄν ἀρέσκοι πόλις ἄνευ νόμων;
Καὶ ἐμὲ ἠρώτα εἴ τι ἔχοιμι συμβουλεῦσαι.